ΕΥΧΗ ΥΠΟΨΗΦΙΩΝ ΓΙΑ ΠΑΝΕΛΛΗΝΙΕΣ

Pentikosti5ύριε, ὁ Θεός, ἡμῶν ὁ φῶς οἰκῶν ἀπρόσιτον· ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως· τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὁ τὸ πανάγιον σου Πνεῦμα καταπέμψας τοῖς θεῖοις καὶ ἱεροῖς Ἀποστόλοις καί τὸν ἄνωθεν  φωτισμὸν παρέσχες αὐτοῖς.   
Ἔλλαμψον, φιλάνθρωπε Δέσποτα, ἐν τῇ καρδίᾳ τῶν δούλων σου τῶν συμμετεχόντων εἰς τὰς εἰσαγωγικὰς ἐξετάσεις τῶν Ἀνωτάτων καὶ Ἀνωτέρων ἐκπαιδευτικῶν ἱδρυμάτων τῆς χώρας ἡμῶν τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς· γενοῦ αὐτοῖς, φῶς ἀνέσπερον· δὸς αὐτοῖς πνεῦμα σοφίας, πνεῦμα συνέσεως, σωφρινισμὸν νοός, εἰς τὸ ἁγιάσαι αὐτοῖς καὶ πρὸς πᾶσαν γνῶσιν ὁδηγῆσαι· τοὺς δὲ τῆς διανοίας αὐτῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν μαθημάτων κατανόησιν καὶ ἐμπέδωσιν .
Χάρισαι δὲ αὐτοῖς, πρὸς εὐόδωσιν καὶ ἐκπλήρωσιν τοῦ κόπου καὶ τῶν προσπαθειῶν αὐτῶν, πλήρην ἐπιτυχίαν καὶ ἐπίλυσιν τοῦ ἐπαγγελματικοῦ αὐτῶν προσανατολισμοῦ, δωρούμενος ἅμα καὶ πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα.
Σὺ γὰρ εἰ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.


Εκτύπωση   Email