AgiografikaAnagnosmata

Anakoinoseis

diahoristiko20
Top ploigisi
bottom ploigisi

Sevasmiotatos

bottom Eortologio

Dimiourgies

diahoristiko20

Κυράννα, Κυρίῳ Κυρίων, θνῄσκει
κόρη ἁγνὴ ἐκ χώρας Βυσσώκας.


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.
Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους w' καὶ ψάλλομεν στιχηρὰ Προσόμοια.

Ἦχος α'. «Τῶν οὐρανίων ταγμάτων».

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑπο στήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

19ῶν σῶν ἁγίων λειψάνων τὴν θείαν εὕρεσιν,* πανηγυρίσωμεν πάντες,* Κυράννα ἔνδοξε μάρτυς* ὤφθης γὰρ ἐν κόσμῳ ἄστρον λαμπρὸν* καί τῆς χάριτος κοίτασμα,* ἐκ τάφου νῦν δὲ ἐκχέεις τοῖς σοῖς πιστοῖς* πλουτισμὸν καὶ ἀγαλλίασιν.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

15ὐχ ἐμαράνθη τὸ ἄνθος τῆς ὡραιότητος* μυρίοις δὲ βασάνοις* ὡραιότερον ὤφθη,* τῷ σῷ Νυμφίῳ Κυράννα Χριστῷ* τὴν ζωήν σου δεδώρησε,*  Αὐτὸς δὲ δόξαν χαρίσας νύμφῃ αὐτοῦ,*  δι᾿ αὐτῆς λαοὺς  ἰώμενος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

19οῦ μαρτυρίου τὸν δρόμον* μάρτυς τετέλεκας,* ἀνδρειοφρόνως κόρη* ὑποστᾶσα γενναίως,* ὅθεν ἐνθέῳ ζήλῳ πάντες πιστοί,* τὴν σὴν ἄθλησιν ψάλλομεν* καὶ νῦν ἡ χάρις Κυράννα τοῦ οὐρανοῦ * ἐδωρήσατο ἡμῖν τὰ θεῖα λείψανα.

Ἕτερα Προσόμοια.
Ἦχος πλ. α΄. «Χαίροις ἀσκητικῶν».

Στίχ. Ὅτι παρὰ τῷ  Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

22αῖρε, τῆς Ὄσσης θεῖος βλαστὸς* τῆς Λαγκαδᾶ δὲ Ἐκκλησίας τὸ καύχημα.* Χαίροις, νεομαρτύρων* κλέος παρθένων λαμπρόν* γενναιοφροσύνης μέτρον ἄριστον.* Ἐν κόσμῳ ἐνήθλησας* ἐν οὐρανῷ δὲ κατῴκησας,* καὶ ἐν ἀγκάλαις τοῦ νυμφίου σου ἔθη ας,* ὡς ἀκήρατα τὴν ψυχὴν καὶ τὸ σῶμα σου. Ὦ τῶν καλλίστων κάλλιστος* ἀηδὼν ἡ τῆς χάριτος* κεκοσμημένη αἱμάτων τοῦ σεπτοῦ μαρτυρίου σου.* Διὸ δυσωποῦμεν* κομιδῇ τῶν σῶν λειψάνων* τὴν χάριν δώρησε.

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

22αίρει, ἡ Ἐκκλησία Χριστοῦ* ἐπὶ λειψάνων σου Κυράννα τὴν εὕ ρεσιν,* καὶ πᾶσα χώρα Βυσσώκας* ἀγαλλομένη βοᾷ* καὶ σκιρτᾷ ᾠδαῖς τε καὶ μελίσμασι.* Ἀΰλοις ἀρώμασι* ἡμῖν κατεπλούτισας* καὶ τῶν θαυμάτων σου* τὴν χάριν δεδώρησε* καὶ κατήρδευσας τῇ ἐλπίδι τῷ γένει σου.* Χαῖρε, Κυράννα ἔνδοξε,* παρθένων τὸ καύχημα* καὶ τῶν μαρτύρων ἡ δόξα* ἀθλητριῶν ἀκροθύνιον.* Χριστὸν ἐκδυσώπει* ταῖς ψυχαῖς ἡμῶν δοθῆναι* τὸ μέγα ἔλεος.

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

4εῦτε τῶν Ἱερέων χοροὶ* τῶν Μοναζόντων τὰ ἱερὰ τὰ συστήματα* Μοναζουσῶν τε τὰ πλήθη* καὶ τῶν πιστῶν ὁ λαὸς* κροτησάτω χεῖρας καὶ ψαλλάτωσαν.* Κυράννης τὴν ἔνσωμον* παρουσίαν καὶ εὕρεσιν,* θείων λειψάνων* δεῦτε πάντες τιμήσωμεν* καὶ ἐν Ὄσσῃ πανηγυρίσωμεν μέλποντες.* Ὦ τῶν ἀῤῥήτων σου* θαυμάτων, πολύαθλε,* παρὰ Χριστοῦ γὰρ ἐδέχθης* τὸν θεῖον ἄφθορον στέφανον.* Αὐτὸς γὰρ ὑπάρχει* ὁ Νυμφίος ὁ ὡραῖος καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δόξα καὶ νῦν. Ἰδιόμελον.
Ἦχος πλ. α΄.

4εῦτε λαοὶ* τὴν τῶν μαρτύρων τὸ κλέος* λαμπρῶς τιμήσωμεν.* Κροτήσατε χεῖρας καὶ μέλμψατε,* ὕμνοις τὰ θαυμάσια τοῦ Θεοῦ* διηγούμενοι.* Κυράννα γὰρ τῆς Ὄσσης τὸ βλάστημα,* ὡς φῶς ἀνέτειλε τῷ κόσμῳ,* ὡς πάλαι ποτὲ* ἐν τῇ εἱρκτῇ,* τά μεγαλεῖα τοῦ Θεοῦ καταγγέλουσα* καὶ εὐωδίαν ἄῤῥητον λειψάνων,* χαρί ζεται πιστοῖς.* Ὡς γάρ τὸ ἔαρ τῷ κόσμῳ ἀνατέλλει,* οὕτω καὶ νῦν Κυράννα,* ἀνατέλλει ἡμῖν ἐλπίδα σωτηρίας.* ᾊσωμεν, λοιπόν, ἐν πίστη* καὶ ἐν ᾠδαῖς ἀλαλάξωμεν πιστοί,* προσκυνοῦντες εὐλαβῶς* αὐτῆς τὴν τῶν λειψάνων τὴν χάριν* τὴν πλουτοῦσαν τὸν ἁγιασμὸν* ταῖς ψυχαῖς ἡμῶν* καὶ τὸ μέγα ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν.
Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα.
(κεφ.μγ, 914)

19άδε λέγει Κύριος.Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγ γελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθή τω σαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξε λεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός·  ὅτι ἀπ᾿ ἀρχῆς ἐγὼ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀπο στρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος ᾿Ισραήλ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(κεφ.κθ', 1026)

3υναίκαν ἀνδρείαν τις εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θάρσει ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει·  ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεω ρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀπο σβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σιν δόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς.

Σοφία Σολομῶντος τὸ Ἀνάγνωσμα.
 (κεφ.γ', 19)

4ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν  καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν καλασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθή σονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· Ὡς  χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.  Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ·  ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ· ΤΑ ΤΗΣ ΗΜΕΡΑΣ.
ΑΠΟΣΤΙΧΑ
 
Στιχηρὰ Προσόμοια.
Ἦχος β'. «Οἶκος τοῦ Ἐφραθᾶ».

24φθης ἐκ μητρικῶν* σπαργάνων ἀθληφόρε,* σκεῦος εὐλογημέ νον.* Χριστοῦ τοῦ ζωοδότου,* Κυρίου Παντοκράτορος.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

22αίρετε οἱ πιστοὶ* καὶ τῶν Ὀσσαίων χώρα.* Κυράννα ἡμῖν ὤφθη,* καὶ τῶν λειψάνοις πλοῦτον* ἡμῖν ἐπεδαψίλευσεν.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

1σωμεν εὐλαβῶς.* Κυράνναν τὴν ἁγίαν* καὶ μάρτυρα Κυρίου,* τό καύχημα καὶ κλέος.* Ὀσσαίων ἐγκαλώπισμα.

Δόξα καὶ νῦν. Ὅμοιον.

7χώρα Λαγκαδᾶ,* Λητῆς τε καὶ Ῥεντίνης,* εὐφημεῖ καὶ γεραίρει,* Κυράνναν τὴν ἁγίαν* καὶ ἀθληφόρον μάρτυρα.

Νῦν ἀπολύεις. Τὸ τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος δ΄. «Ταχὺ προκατάλαβε». (Χριστοφόρου)


5ν Ὄσσῃ ἐβλάστησας Κυράννα ἔνδοξε* ταμεῖον τῆς χάριτος ὤφ θης Χριστοῦ τοῦ Θεοῦ* μαρτύρων ἀγλάϊσμα.* Ὅθεν μεγαλοφώ νως* εὐφημοῦμεν ἐκθύμως* πρέσβευε τῷ Κυρίῳ  τῷ Θεῷ καὶ Δε σπότῃ,* τῶν σῶν λειψάνων τὴν χάριν ἡμῖν δωρήσασθαι.

Ἕτερον. Ἦχος πλ.α΄. «Τόν συνάναρχον Λόγον».

22αῖρε νύμφη Κυρίου Κυράννα πάνσεμνε,* χαῖρε χώρα Βυσσώκας ὅτι ἐπλούτησας.* Χαίρετε πάντες οἱ λαοὶ τὴν πανθαύμαστον,* ὅτι
ἤνθησεν ἡμῖν* ὡς ῥόδον εὔοσμον ὀσμήν,* ἐκπέμπον χάριν πλουσίαν,* ἡμῖν τοῖς πόθῳ τιμῶσι* καὶ εὐσεβῶς μεγαλύνουσιν.

Δόξα.
Τῆς Ἑορτῆς τῆς ἡμέρας ἤ τὸ τῶν Μαρτύρων.

Ἦχος δ´.

7 ἀμνάς σου Ἰησοῦ* κράζει μεγάλη τῇ φωνῇ·* Σὲ Νυμφίε μου ποθῶ, * καὶ σὲ ζητοῦσα ἀθλῶ,* καὶ συσταυροῦμαι καὶ συνθάπτο μαι τῷ βαπτισμῷ σου·* καὶ πάσχω διὰ σέ,* ὡς βασιλεύσω σὺν σοί,*  καὶ θνῄσκω ὑπὲρ σοῦ,* ἵνα καὶ ζήσω ἐν σοί,* ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου* τὴν μετὰ πόθου τυθεῖσάν σοι.*Αὐτῆς πρεσ βείαις, ὡς ἐλεήμων,* σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

19ὸ ἀπ' αἰῶνος ἀπόκρυφον,* καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,* διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται,* Θεὸς* ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,* καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν κατα δεξάμενος,* δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,* ἔσωσεν ἐκ θανάτου* τὰς ψυχὰς ἡμῶν.

Τρύφων τρυφὴν ἐπιποθῶν παραδείσου σε μέλπει κόρη, ἐκζητῶν τὰς εὐχάς σου.
Ἀρχυθύτης Λαγκαδᾶ Λητῆς καὶ Ῥεντίνης Ἰωάννης , γεραίρει καὶ εὐφημεῖ κατ᾽ ἀξίαν.
Σοῦ τὴν εὕρεσιν τῶν ἁγίων λειψάνων ἐς φάος φέρει,
Ἰωάννης ἀρχιποίμην τῆς κατὰ Λαγκαδᾶ Ἐκκλησίας.
Ἔτει ἑνδεκάτῳ καὶ δισχιλιοστῷ ἀπό τῆς Χριστοῦ παρουσίας Ἑξήκοντα δὲ καὶ διακόσια, ἀπό τοῦ σεπτοῦ μαρτυρίου.

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ