AgiografikaAnagnosmata

Anakoinoseis

diahoristiko20
Top ploigisi
bottom ploigisi

Sevasmiotatos

bottom Eortologio

Dimiourgies

diahoristiko20
 

Δ

έσποτα, Κύριε Ἰησοῦ Χριστέ, ὁ ἐπισκεψάμενός με ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καὶ χαρισάμενος ἐμοί, τῷ ταπεινῷ καὶ ἁμαρτωλῷ καὶ ἀναξίῳ δούλῳ σου, παῤῥησίαν, παραστῆναι τῷ ἁγίῳ σου Θυσιαστηρηρίῳ, καὶ προσφέρειν σοι τὴν φοβερὰν ταύτην καὶ ἀναίμακτον θυσίαν, ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,ἐπίβλεψον ἐπ᾽ ἐμὲ τὸν ἀχρεῖον δοῦλον σου, καὶ ἐξάλειψον τὰ παραπτώματά μου διὰ τὴν σὴν εὐσπλαγχνίαν ἵνα, ἀκατακρίτως προσελθὼν κατενώπιον τῆς δόξης σου, καταξιωθῶ τῆς σκέπης σου, καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου σου Πνεύματος καὶ εὕρω χάριν καὶ ἔλεος καὶ ἄφεσιν ἁμαρτιῶν.

 

 

     Καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· ἀπόστησον ἀπ᾽ ἐμοῦ πάντα λογισμὸν αἰσχρὸν καὶ ἀσύνετον· ἱκάνωσόν με, τῇ δυνάμει τοῦ παναγίου σου Πνεύματος, εἰς τὴν λειτουργίαν ταύτην· πρόσδεξαί με διὰ τὴν σὴν ἀγαθότητα, προσεγγίζοντα τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, καὶ εὐδόκησον, Κύριε, δεκτὴν γενέσθαι τὴν θυσίαν ταύτην, διὰ τῶν ἡμετέρων χειρῶν, συγκαταβαίνων ταῖς ἐμαῖς ἀσθενείαις· μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, μηδὲ βδελύξῃ τὴν ἐμὴν ἀναξιότητα.

 Ναί, Δέσποτα παντοκράτορ, παντοδύναμε Κύριε Ἰησοῦ Χριστέ, Θεὸς ἡμῶν, ἱκετεύω σε· εἰσάκουσον τῆς δεήσεώς μου, ὅτι φιλάνθρωπος εἶ καὶ δεδοξασμένος ὑπάρχεις, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ