ΕΥΧΑΙ ΑΓΙΟΥ ΚΥΠΡΙΑΝΟΥ

5ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

2ασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος    

     ἐλέησον ἡμᾶς. (γ´)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

16αναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε,ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον. (γ´)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

16άτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.      

τι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

5λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πά­σης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

10ύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾽ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχ­θρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λα­ός σου· πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας

τῶν αἰώνων. Ἀμήν.

19ῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν· ῥυσθείημεν διὰ σοῦ τῶν πε­ρι­στάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γέ­νους τῶν χριστιανῶν.

Κύριε, ἐλέησον. (ιβ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

5λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

   Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι δια παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

10ύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου,ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

        Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

        Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

        Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

        Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

        Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

        Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

        Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

       Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

      Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

       Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

ΕΥΧΗ Α´

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

4έσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὰ πάντα κρατῶν καὶ κυβερνῶν, Ἅγιος καὶ δεδοξασμένος ὑπάρχεις. Δι᾽ ὁ Βασιλεῦ τῶν Βασιλευόντων καὶ Κύριε τῶν Κυριευόντων, δόξα σοι. Ὁ καθή-μενος ἐν τῷ φωτὶ τῷ ἀπείρῳ καὶ ἀπροσίτῳ βροτοῖς, ἱκετεύω σε καὶ παρακαλῶ σε, ἵνα διὰ τῆς ἐμῆς προσευχῆς τοῦ ταπεινοῦ καὶ ἀναξίου δούλου σου, καὶ τῶν πρεσβειῶν τοῦ ἁγίου ἐνδόξου ἱερομάρτυρος Κυπριανοῦ, τῆς ἁγίας ἐνδόξου παρθενομάρτυρος Ἰουστίνης, τῶν ἁγίων ἐνδόξων νεομαρτύρων Ἀργυρίου τοῦ Ἐπανομίτου, Ἀκυλίνης τῆς Ζαγκλιβερινῆς, Κυράννης τῆς Ὀσσαίας, τῶν νεοφανῶν μαρτύρων Ραφαήλ, Νικολάου καὶ Εἰρήνης καὶ πάντων τῶν Ἁγίων, φυγάδευσον τοὺς δαίμονας καὶ κατάργησον τὰς πονηρίας αὐτῶν, ἵνα πᾶς ὁ κόσμος καὶ πᾶσα ἡ κτίσις λυθῇ ἀπὸ παντὸς δεσμοῦ αὐτῶν. Ἡμεῖς δὲ οἱ δοῦλοι σου (Οἱ δὲ δοῦλοι .....), σὺν πᾶσι τοῖς οἴκοις καὶ τοῖς πράγμασι ἡμῶν (αὐτῶν), λυθησόμεθα (λυθήσονται) ἐκ παντὸς δεσμοῦ σατανικοῦ, μαγείας, μαγγανίας καὶ ἀντικειμενικῆς δυνάμεως.

Δεόμεθα σου, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, δός, ἵνα λυθῶσι τὰ ἐκ μαγείας, μαγγανίας, βασκανίας καὶ πάσης σατανικῆς ἐνεργείας δεσμὰ ἡμῶν (αὐτῶν) καὶ ἀφανισθῶσι πάντα τὰ πονηρὰ ἔργα τοῦ δαίμονος, διὰ τῆς ἐπικλήσεως τοῦ παναγίου καὶ ζωαρχικοῦ σου Πνεύματος.

Ναί, Κύριε τοῦ παντός, ἐπάκουσον μου δεομένου σου καὶ λυθησόμεθα εἰ ἐσμὲν (λυθήτωσαν οἱ δοῦλοι σου οὗτοι εἰ εἰσὶν) δεδεμένοι ἐν οὐρανῷ ἤ ἐν γῇ ἤ ἐν ἀνωφλίῳ ἤ ἐν δέρματι ἀλόγων ἤ ἐν σιδήρῳ ἤ ἐν λίθῳ ἤ ξύλῳ ἤ ἐν γραμματίῳ, αἵματος ἀνθρώπου, ζῴου, πτηνοῦ, ἤ ἰχθύος ἤ διὰ μελάνης ἤ δι᾽ ἄλλου τινός, πρὸς βλάβην ἡμῶν (αὐτῶν) ἤ τοῦ οἴκου ἡμῶν (αὐτῶν), καὶ εἰ κατέχωσαν ἤ διέσπειραν αὐτὰ ἐν αὐλαῖς, ἐν θαλάσσῃ, ἐν φρέατι, ἐν μνήματι ἤ ἐν οἱοδήποτε τόπῳ. Καὶ εἰ δι᾽ ὀνύχων ἀνθρώπων, ζῴων, πτηνῶν, ἑρπετῶν, ζώντων ἤ τεθνεώτων, ἤ διὰ χώματος τεθνεώτων ἐγένοντο καὶ εἰ διὰ πασσάλου ἤ καρδίου, ἤ βελόνης διεπεράσθησαν, λῦσον ἐν τῇ ὥρᾳ ταύτῃ, Κύριε, διὰ παντός, τῇ κραταιᾷ δυνάμει σου. Σὺ Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ γινώσκων τοὺς τόπους, τοὺς τρόπους καὶ τοὺς ἀνθρώπους, διάλυσον καὶ διάῤῥηξον καὶ ἀφάνισον τὰ τῆς μαγείας ἔργα, ἔνθα κεῖνται, ἡμᾶς δὲ (τοὺς δὲ δούλους σου τούτους) διαφύ-λαξον σὺν παντὶ τῷ οἴκῳ ἡμῶν (αὐτῶν).

Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ τύπου τοῦ τιμίου Σταυροῦ σου πᾶσαι αἱ ἐναντίαι δυνάμεις.

ναχωρήτωσαν καὶ διαλυθήτωσαν διὰ παντὸς πάντα τὰ τῆς μαγείας, μαγγανίας καὶ βασκανίας ἔργα, ἀφ᾽ ἡμῶν (ἐκ τῶν δού-λων τοῦ Θεοῦ τούτων). Ναί, Κύριε, δεομένου σου,ἐπάκουσόν μου καὶ ἐλευθέρωσον ἡμᾶς (τοὺς δούλους σου τούτους) ἀπὸ συμπτώ-ματος καὶ δαιμονίου μεσημβρινοῦ, ἀπὸ πάσης ἀσθενείας, ἀναθέμα-τος, ὀργῆς, κατάρας, δυσπραγίας, καταλαλιᾶς, φθόνου, βασκανί-ας, ἀμελείας, νωθρότητος, λαιμαργίας, ἀδυναμίας, βλακείας, ἀφροσύνης, ὑπερηφανείας, ἀσπλαχνίας, ἀδικίας, ἀλαζονείας καὶ πάσης πλάνης καὶ ἀπάτης, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον καὶ δεδοξασμένον εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΕΥΧΗ Β´

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

5ξορκίζω ὑμᾶς, δαιμόνια πονηρά, διὰ τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, καὶ διὰ πασῶν τῶν Ἀγγελικῶν καὶ θείων δυνάμεων τῶν τῷ Θεῷ ὑπηρετούντων καὶ τῶν Ἁγίων αὐτοῦ μαθητῶν καὶ Ἀποστόλων τοῦ ἔχειν δύναμιν καὶ ἐξουσίαν ἐφ᾽ ἡμῶν (ἐπί τῶν δούλων τοῦ Θεοῦ τούτων).

Φυγαδευθῆτε, ἄθλιοι καὶ πονηροὶ δαίμονες ἀφ᾽ ἡμῶν (ἐκ τῶν δούλων τοῦ Θεοῦ τούτων). Ἐκλείπειν ὑμᾶς, ποιῆσαι, Κύριος ὡς ἐκλείπει καπνὸς ἀπὸ προσώπου πυρός, καὶ μὴ ἔχειν ἐξουσίαν πό-νους καὶ φόβους ἐπιφέρειν, ζημίαν ἤ κακόν τι ἕτερον ἐν τῷ σώματι καὶ τῇ ψυχῇ ἡμῶν (τῶν δούλων τοῦ Θεοῦ τούτων), διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐλευσομένου κρῖναι ζῶντας καὶ νεκρούς. Ἀμήν.

ΕΥΧΗ Γ´

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

10ύριε ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ καὶ παντοδύναμος, ὁ ποιητὴς τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ κτίστης πάντων, συγγνώμην παράσχου ἡμῖν (τοῖς δούλοις σου τούτοις), εἰς ὅσόν σοι ἡμάρτομεν (ἥμαρτον), ὡς ἄνθρωποι.

Ναὶ ὁ Θεὸς τοῦ Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν Ἀγγέ-λων Μιχαήλ, Γαβριὴλ καὶ Ῥαφαήλ, Χερουβίμ, Σεραφίμ, Ἐξουσιῶν, Δυνάμεων καὶ πάντων τῶν Προφητῶν, Πατριαρχῶν, Μαρτύρων, Ὁμολογητῶν, φύλαξον ἡμᾶς (τοὺς δούλους σου τού-τους) τοῦ μὴ ἀδικῆσαι ἢ βλάψαί τι κακὸν ἢ μαντικὸν ἢ τὸν ἀρχέκακον διάβολον καὶ τοὺς ὑπουργοῦντας αὐτῷ φθονεροὺς δαίμονας, ἢ κακὸν ἄνθρωπον, ἢ γυναῖκα, ἐν νυκτὶ καὶ ἡμέρα, ἐν γῇ, ἐν θαλάσσῃ, ἐν ὁδῷ, ἢ περιπάτῳ, ἐν σπηλαίῳ, ἐν οἴκῳ, ἐν χώρα, ἐν χωρίῳ, ἐν ἀγρῷ καὶ ἐν οἱοδήποτε τινὶ τόπῳ· ἐν ὁράσει ἤ ἐν ἀκοῇ, πίνοντας, τρώγοντας, ἀναγιγνώσκοντας, καθεύδοντας, ἀγρυπνοῦντας, ἐργαζομένους, ἐν γέλωτι, ἐν ὀφθαλμοῖς, ἐν νώτῳ, ἐν μυκτῆρσιν, ἐν στόμασι, ἐν φάρυγγι, ἐν ὀδοῦσι, ἐν γλώσσῃ, ἐν στήθεσι, ἐν χερσί, ἐν βραχίονι, ἐν δακτύλοις, ἐν κοιλίᾳ καὶ ὑπογαστρίοις, ἐν ἥπατι καὶ ἐντοσθίοις πᾶσιν, ἐν χολῇ καὶ αἵματι, ἐν σαρκὶ καὶ δερματίτιδι καὶ πᾶσι τοῖς μέλεσι ἡμῶν (τῶν δούλων τοῦ Θεοῦ τούτων), ἔνδοθεν καὶ ἔξωθεν, ἀπὸ ποδῶν ἕως κεφαλῆς.

Ναὶ Κύριε Παντοκράτορ, ἐλευθέρωσον ἡμᾶς (τοὺς δούλους σου τούτους), ἀπὸ πάσης μαγείας, μαντείας, δεσμοῦ καὶ παντὸς κακοῦ. Καὶ ὡς ἠλευθέρωσας τὸν Ἀδὰμ ἐξ Ἅδου, τὸν μακάριον Πέτρον ἐκ τῆς φυλακῆς, τὸν Παῦλον, τὸ σκεῦος τῆς ἐκλογῆς σου, ἐκ τῶν δεσμῶν, διὰ τοῦ ἁγίου Πνεύματος, τὸν παραλυτικὸν ἐκ τοῦ κραββάτου, τὸν Λάζαρον ἐκ τοῦ τάφου,τὸν Ἰσραηλιτικὸν λαὸν ἐκ τῆς θαλάσσης, τὸν Ἰωνᾶν ἐκ τῆς κοιλίας τοῦ κήτους, τὸν Λὼτ ἐκ Σοδόμων, τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τοῦ πυρός, τὸν Δανιὴλ ἐκ τῶν λεόντων, τὸν Νῶε ἐκ τοῦ κατακλυσμοῦ, τὴν Μαρίαν τὴν Μαγδαληνὴν ἐκ τῶν ἑπτὰ ἀκαθάρτων πνευμάτων, οὕτως Δέσποτα ἐλευθέρωσον καὶ ἡμᾶς (τοὺς δούλους σου τούτους) ἐκ τοῦ δεσμοῦ πάσης μαγείας, μαντείας, φαρμακείας καὶ ἐκ πάσης πονηρᾶς ἐπιβουλῆς τῶν ἐχθρῶν ἡμῶν (αὐτῶν), ὁρατῶν τε καὶ ἀοράτων καὶ μὴ ἐχέτωσαν δύναμιν, μηδὲ ἐξουσίαν ἐπηρεάζειν ἡμᾶς (αὐτούς). Καὶ ἡ εἰρήνη τοῦ Μονογενοῦς σου Υἱοῦ ἔστω μεθ’ ἡμῶν (μετ᾽αὐτῶν). Ἀμήν.

ΕΥΧΗ Δ´

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

10

ύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, πρόσδεξαι τὰς δεήσεις, ἃς σοὶ προσῄξαμεν καὶ δίωξον τοὺς ἐχθροὺς ἡμῶν (αὐτῶν) ὁρατούς τε καὶ ἀοράτους καὶ πάντας τοὺς ἐν αὐτοῖς ὑ-πουργοῦντας καὶ πᾶσαν αὐτῶν πανουργίαν, ἀλαζονείαν, φθόνον καὶ κακίαν τοῦ μηδέποτε ἔχειν δύναμιν ἤ ἐξουσίαν καθ᾽ ἡμῶν (κατ᾽ αὐτῶν), τοῦ καταδυναστεύειν ἡμᾶς (αὐτούς). Ἐπὶ σοὶ γάρ, Κύριε, ἠλπίζομεν καὶ μὴ καταισχυνθείημεν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἐν τῇ δικαιοσύνῃ σου καὶ τῇ δυνάμει σου, ἐλευθέρωσον ἡμᾶς (τοὺς δού-λους σου τούτους), πρεσβείαις καὶ ἱκεσίαις τῆς ὑπερενδόξου δε-σποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

ΕΥΧΗ Ε´

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

4έσποτα Θεέ, Πάτερ Παντοκράτωρ, ὁ διοικῶν καὶ κυβερνῶν τὴν κτίσιν πᾶσαν καὶ φυλάσσων τὰς ψυχὰς καὶ τὰ σώματα τῶν ἀνθρώπων ἀπὸ τοῦ νοητοῦ καὶ δολίου δράκοντος· ὁ ἀποστείλας τὸν Μονογενῆ σου Υἱόν, ὑπεράγιε, διὰ τὴν ἡμετέραν σωτηρίαν, γεννηθέντα ἐκ τῆς ἀειπαρθένου Μαρίας· αὐτὸς πανάγαθε Βασιλεῦ, ἀποδίωξον πᾶν πονηρὸν καὶ ἀκάθαρτον καὶ ἐβδελυγμένον πνεῦμα καὶ πᾶσαν μαγείαν, φαρμακείαν, μαντείαν καὶ πᾶσαν ἀσέβειαν καὶ πονηρὰν ἀσθένειαν ἀφ᾽ ἡμῶν (ἀπὸ τῶν δούλων σου τούτων) καὶ πᾶν πνεῦμα ἐπιβουλεῦον καὶ ἀδικοῦν ἡμᾶς (αὐτούς).

ρκίζω σε εἰς τὸν ὁρατὸν καὶ ὑψηλότατον Θρόνον τοῦ παντοκράτορος Θεοῦ, πᾶν πονηρὸν καὶ ἀκάθαρτον πνεῦμα, ἐρχόμενον καὶ ἐμφωλεῦον καὶ ἀδικοῦν ἡμᾶς (αὐτούς). Ὁρκίζω σε εἰς τὸν ἀνεξιχνίαστον καὶ ἀκατάληπτον Θεόν, Ὃν τρέμουσιν οἱ οὐρανοὶ, ἡ γῆ καὶ ἡ θάλασσα καὶ δοξολογοῦσιν οἱ Ἅγιοι.

Φεῦγε ἀνεμόπους καὶ ἄνομε, φεῦγε ἀνεμόφορε καὶ ἀνεμόστρο-φε, φεῦγε δαιμόνιον τὸ ἐγείραν τὴν δεξιὰν ἐπὶ τὴν ἀριστεράν, ἀδελφὸν ἐπὶ ἀδελφὸν, σύζυγον ἐπὶ σύζυγον καὶ πατέρα ἐπὶ τέκνοις· τὸ ἐπαναστατοῦν τέκνα ἐπὶ γονεῖς ὥστε θανατώσουσιν αὐτούς. Φεῦγε ὁ χαλεπὸς δαίμων, ὁ ἁπτόμενος τῶν καρδιῶν τῶν ἀνθρώπων, ὁ ἐρχόμενος εἰς τὰ ὀστᾶ καὶ εἰς τοὺς ὀφθαλμοὺς αὐτῶν, ὁ δαμάζων τὰ σώματα τῶν ἀνθρώπων καὶ τὴν σάρκαα ὐτῶν, ὁ ἁπτόμενος τῶν νεύρων καὶ τῶν ἀρτηρίων αὐτῶν, φεῦγε καὶ ἀναχώρησον ἀφ᾽ ἡμῶν (ἀπὸ τῶν δούλων τοῦ Θεοῦ τούτων).

ρκίζω σε καὶ αὖθις εἰς τὸν ἐπουράνιον Θεὸν καὶ Βασιλέα πάν-των τῶν ποιημάτων αὐτοῦ καὶ κτισμάτων, καὶ μὴ ἐμμείνῃς, πονηρὲ καὶ μιαρὲ δαίμων ἐφ᾽ ἡμᾶς (εἰς τοὺς δούλους τοῦ Θεοῦ τούτους) καὶ μὴ ψυχὴν καὶ καρδίαν κρατήσῃς ἡμῶν (αὐτῶν)· μὴ ἅψῃ ἡμᾶς (αὐτοὺς) εἰς ἧπαρ ἤ εἰς πνεύμονα ἤ εἰς νεφρούς, μηδὲ ὀστᾶ ἡμῶν (αὐτῶν) διασείσῃς, μὴ σάρκα παραλύσῃς, μὴ δακτύλους ἤ ἀστραγάλους, ἤ κνήμας, ἤ μηρούς, ἤ πήχεις, ἤ ὦτα, ἤ ἐγκέφαλον ἡμῶν (αὐτῶν) ἤ ὀφθαλμούς, μηδὲ ἕτερον ἐκ τῶν μελῶν τοῦ σώματος ἡμῶν (αὐτῶν) ἀδικήσῃς ἤ ὑπογάστριον βαρύνῃς, μὴ ἐνδυθῇς τὴν μορφὴν τῶν στοιχείων καὶ διαφθείρῃς τὴν ψυχὴν ἡμῶν (αὐτῶν). Ἀλλ᾽ ἔξελθε σὺν πάσῃ πονηρᾷ ἀσθενείᾳ, καὶ ἀναχώρησον ἀφ᾽ ἡμῶν (ἀπὸ τῶν δούλων τοῦ Θεοῦ τούτων) διὰ τοὺς ἀφορκισμοὺς καὶ ἐξορκισμούς, οὓς ἐπιτιμᾷ σοι Κύριος ὁ Θεός, ὁ Μέγας τῇ βουλῇ καὶ αἰνετὸς τοῖς ἔργοις.

Φεῦγε πᾶν κακὸν μιαρὸν καὶ ἀκάθαρτον πνεῦμα, καὶ ἀναχώρησον ἀφ᾽ ἡμῶν (ἀπὸ τῶν δούλων τοῦ Θεοῦ τούτων) ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ ΣΤ´

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

2ασιλεῦ οὐράνιε Παράκλητε τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ παντα-χοῦ παρὼν καὶ τὰ πάντα πληρῶν,ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ὁ ποιητὴς τῶν ἄνω καὶ τῶν κάτω καὶ πάντων τῶν ὄντων ἐμφανῶν καὶ ἀφανῶν· ὁ δοὺς ἐξουσίαν καὶ δύναμιν τοῖς σοῖς μαθηταῖς καὶ Ἀποστόλοις, θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν ἀῤῥωστίαν ἐπιγενομένην τοῖς ἀνθρώποις· ἐπάκουσον καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἐν τῇ ὥρᾳ ταύτῃ καὶ δίωξον καὶ ἐξάλειψον ἀφ᾽ ἡμῶν (ἐκ τῶν δούλων σου...) πᾶν πονηρὸν καὶ ἀκάθαρτον πνεῦμα καὶ πᾶσαν σωματικὴν καὶ ψυχικὴν ἀσθένειαν καὶ ἐπιβουλὴν τοῦ ἀντικειμένου· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπάρθενου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων πανευφήμων καὶ πρωτοκορυφαίων ἀποστόλων Πέτρου καὶ Παύλου καὶ πάντων τῶν ἁγίων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας, Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Νεκταρίου Πενταπόλεως, Ἀθανασίου πατριάρχου Κωνσταντινουπόλεως τῶν θαυματουργῶν, Θεωνᾶ ἀρχιεπισκόπου Θεσσαλονίκης, Ἀκακίου καὶ Δαμασκηνοῦ ἐπισκόπων Λητῆς καὶ Ῥεντίνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Μηνᾶ τοῦ θαυματουργοῦ Παντελεήμονος τοῦ ἰαματικοῦ καὶ Εὐγενίου τοῦ Τραπεζουντίου· τῶν ἁγίων ἐνδόξων ἱερομαρτύρων Μοδέστου, Χαραλάμπους, Ἐλευθερίου, Κυπριανοῦ, Κοσμᾶ τοῦ Αἰτωλοῦ καὶ Διονυσίου τοῦ Ἀρεοπαγίτου· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων γυναικῶν Εὐφημίας, Βαρβάρας, Αἰκατερίνης, Κυριακῆς, Φωτει-νῆς, Μαρίνης, Εἰρήνης καὶ Ἀναστασίας τῆς Φαρμακολυτρίας· τῶν ἁγίων ἐνδόξων ὁσιοπαρθενομαρτύρων Παρασκευῆς, Ἰουστίνης, Λυδίας τῆς Φιλιππησίας καὶ Παρασκευῆς τῆς Ἐπιβατηνῆς· τῶν ἁγίων ἐνδόξων νεοπαρθενομαρτύρων Ἀκυλίνης τῆς Ζαγκλιβερινῆς καὶ Κυράννης τῆς Ὀσσαίας· τοῦ ἁγίου ἐνδόξου νεομάρτυρος Ἀργυρίου τοῦ Ἐπανομίτου καὶ τῶν νεοφανῶν μαρτύρων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, Εὐθυμίου, Ὀνουφρίου, Παϊσίου, Σάββα τοῦ ἡγιασμένου, Θεοδοσίου τοῦ Κοινοβιάρχου, Ἀθανασίου τοῦ ἐν Ἄθῳ, Ἀρσενίου τοῦ Καππαδόκου, Διονυσίου τοῦ ἐν τῷ Ὀλύμπῳ καὶ τῶν ἐν τῇ ἱερᾷ μονῇ τοῦ ἁγίου Σάββα ἀναιρεθέντων ὁσίων Πατέρων· τῶν ἁγίων καὶ δι-καίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων τῶν καταβαλόντων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, τουτέστι τὸν διά-βολον, ὅπως δραπετεύσῃ καὶ κρυβῇ εἰς τόπον ἡτοιμασμένον αὐτῷ καὶ πᾶσι τοῖς μετ᾽ αὐτοῦ καὶ οὐδὲν οὐ μὴ ἀδικήσει ἡμᾶς (τοὺς δούλους τοῦ Θεοῦ τούτους).Ἐπακούσατε οὖν, ἅγιοι Πάντες, ἐμοῦ τοῦ δεομένου ἐν τῇ ὥρα ταύτῃ καὶ περιφυλάξατε ἡμᾶς (αὐτούς) ἀπὸ πάσης ἐπηρείας δαιμονικῆς, διὰ τοῦ ὀνόματος τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

ΕΥΧΗ ζ´

Εὐχή εἰς ἀγάπην καὶ εἰρήνην.

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

10ύριε ὁ Θεὸς ἡμῶν, ὁ τῆς ἀγάπης φυτουργὸς καὶ τῆς εἰρήνης βραβευτὴς καὶ τῆς ὁμονοίας δοτήρ, δώρησαι ἡμῖν (τοῖς δούλοις σου....) τὴν σὴν εἰρήνην, φωτισμὸν νοός, ὁμόνοιαν ψυχῶν, ταπεί-νωσιν, μακροθυμίαν, ἀνεξικακίαν, μετάνοιαν καὶ συγχωρητικότητα· δὸς ἡμῖν (αὐτοῖς) τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν· χάρισαι ἡμῖν (αὐτοῖς) τὸ προσλαμβάνεσθαι ἀλλήλους ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Μονογε­νής σου Υἱὸς προσελάβετο ἡμᾶς.

Καθήλωσον τὸ τῆς ἔχθρας μεσότοιχον· ῥίζωσον ἐν ἡμῖν (αὐ-τοῖς) τὸν φόβον σου καὶ βεβαίωσον τὴν πρὸς ἀλλήλους ἀγάπην· κατάσβεσον πᾶσαν ἔχθραν καὶ ἐριθείαν· περίελε πάντα τά τῆς διχοστασίας σκάνδαλα· ποίησον σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν εἰς τὸ δύνασθαι ἡμᾶς (αὐτοὺς) ὑπενεγκεῖν· ῥῦσαι ἡμᾶς (αὐτοὺς) ἀπὸ θλίψεως καὶ στενοχω­ρίας, λυτρούμενος ἅμα ἀπὸ πάντων τῶν κακῶν τῶν ἐπελθόντων ἕνεκεν ἐνεργείας καὶ φθόνου τοῦ μισοκάλου, ἀνυποστάτου καί πονηροῦ δαίμονος.

τι Θεὸς ἀγάπης, εἰρήνης, ὁμονοίας καὶ οἰκτιρμῶν ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΠΟΛΥΣΙΣ

Δόξα σοι, ὁ Θεός, ἡμῶν, δόξα σοι.

22ριστὸς ὁ Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ πα-ναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλ­λινίκων Μαρτύρων· τῶν ἁγίων ἐνδόξων νεομαρτύρων Ἀργυρίου, Ἀκυ-λίνης καὶ Κυράννης· τῶν ἁγίων ἐνδόξων νεοφανῶν μαρτύρων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ καὶ Ἰουστίνης Παρθενομάρτυρος, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Εκτύπωση