Κυριακή
19 Σεπτεμβρίου

Τροφίμου, Σαββατίου, Δορυμέδοντος και Σωσσάνης μαρτύρων

AgiografikaAnagnosmata

Anakoinoseis

Anakoinoseis

diahoristiko20
Top ploigisi
bottom ploigisi

Sevasmiotatos

bottom Eortologio

Dimiourgies

diahoristiko20

                                              ΕΥΧΗ ΔΙΑ ΤΟΝ ΚΟΡΩΝΟΪΟΝ

    Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀρχίατρος τῶν ψυχῶν καὶ τῶν σωμάτων· ὁ δι᾽ ἡμᾶς ἐνανθρωπήσας, ἵνα ἰάσῃς τὸ μέγα τραῦμα τὸν ἄνθρωπον· ὁ μὴ καταφρονήσας τοὺς ἀνιάτως νοσήσαντας δέκα λεπρούς, ἀλλὰ τῇ σωστικῇ χάριτί σου καθαρίσας αὐτούς· ὁ διελθὼν ὡς Θεάνθρωπος τὰς ἡμέρας τῆς ἐπὶ γῆς παρουσίας σου, εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς ἐν ἀσθενείᾳ ὄντας καὶ κακῶς ἔχοντας· ὁ εὐεργετήσας καὶ ἀποκαταστήσας ὑγιαίνοντας, παραλυτικούς, τυφλούς, βαρέως ἡμαρτηκότας, δαιμονιῶντας καὶ ἐμπαθεῖς κατ᾽ ἄμφω, ἤγουν ἐν τῇ σαρκὶ καὶ τῷ νοΐ· πρόσδεξαι εὐμενῶς τὴν δέησιν ἡμῶν καὶ φυγάδευσον τῇ δυνάμει σου, τὸν φονευτὴν ἰὸν τὸν σχῆμα κορώνας φέροντα, καὶ προκαλοῦντα φοβίας ἢ καὶ θάνατον εἰς ἀσθενεῖς καὶ ἀναξιοπαθοῦντας.

      Καὶ εἰ μὲν διὰ τὰς πολλὰς ἁμαρτίας ἡμῶν, ἐπέτρεψας τὸν πειρασμὸν τοῦτον, ἱκετεύομέν σοι ὡς ἐλεῆμον, ἵνα ἄρῃς αὐτὸν ἀφ’ ἡμῶν καὶ ἀπὸ πάσης τῆς οἰκουμένης, προσδεχόμενος πάντας ἡμᾶς ἐν μετανοίᾳ.

     Εἰ δὲ διὰ δοκιμασίαν τῆς πίστεως ᾠκονόμησας τὴν ἐπικράτησιν αὐτοῦ, παῦσον τὸν τάραχον τῶν ἀσθενῶν ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ. Πολλαὶ γὰρ θλίψεις καὶ ὠδῖναι εὗρον ἡμᾶς καὶ πικρίᾳ πολλῇ συνεχόμεθα, ἀλλὰ μὴ παραδῷς ἡμᾶς εἰς τέλος ὁ τῶν Πατέρων Θεός.

     Εἰ δὲ ὑπὸ τῆς κακουργίας τοῦ ἀντικειμένου ἢ καὶ ἀμελείας τῶν ἐπιπολαίων ἀνθρώπων οὗτος διεδόθη, θραῦσον τὴν ἰσχὺν αὐτοῦ ὡς Θεὸς παντοδύναμος.

    Φύλαξον τὴν νεότητα· περιφρούρησον τοὺς ἐν γήρατι ὄντας· θεράπευσον τοὺς ἀσθενήσαντας ἐκ τοῦ ἐπαράτου ἰοῦ, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης ἀσθενείας, λοιμοῦ τε καὶ θλίψεως, ὅτι ἐπὶ σοὶ πεποίθαμεν τῷ ζῶντι Θεῷ.     

     Πάντας ἀπάλλαξον ἐκ τῆς συνοχῆς τῆς καρδίας, καὶ ἀντὶ ταύτης δώρησαι ἡμῖν, ὑγιείαν ἄνεσιν καὶ πλατισμόν, πρεσβείαις τῆς Κυρίας Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων.

     Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ